Gold Cross

Πέμπτη, 8 Σεπτεμβρίου 2011

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΜΕΓΑ ΚΑΙ ΟΥΡΑΝΟΦΑΝΤΟΡΑ ΑΓΙΟ ΒΑΣΙΛΕΙΟ


ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ
ΕΙΣ ΤΟΝ ΜΕΓΑ ΚΑΙ
ΟΥΡΑΝΟΦΑΝΤΟΡΑ
ΑΓΙΟ ΒΑΣΙΛΕΙΟ

Ευλογήσαντος του Ιερέως.

Ψαλμός ρμβ΄ (142)

Κύριε, εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία σου, εισάκουσόν μου εν τη δικαιοσύνη σου. Και μη εισέλθης εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιωθήσεται ενώπιόν σου πας ζων. Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου· εταπείνωσεν εις γην την ζωήν μου. Εκάθισέ με εν σκοτεινοίς ως νεκρούς αιώνος· και ηκηδίασεν επ’ εμέ το πνεύμά μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων. Διεπέτασα προς σε τας χείράς μου· η ψυχή μου ως γη άνυδρός σοι. Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμά μου. Μη αποστρέψης το πρόσωπόν σου απ’ εμού, και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησόν μοι το πρωΐ το έλεός σου, ότι επί σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, οδόν εν η πορεύσομαι, ότι προς σε ήρα την ψυχήν μου. Εξελού με εκ των εχθρών μου, Κύριε, ότι προς σε κατέφυγον· δίδαξόν με του ποιείν το θέλημά σου, ότι συ ει ο Θεός μου. Το πνεύμά σου το αγαθόν οδηγήσει με εν γη ευθεία· ένεκεν του ονόματός σου, Κύριε, ζήσεις με. Εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου, και εν τω ελέει σου εξολοθρεύσεις τους εχθρούς μου. Και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλός σου ειμί.

Ευθύς είς Ήχον Δ΄.
Θεός Κύριος και επέφανεν ημίν ΄ ευλογημένος ο ερχόμενος έν ονόματι Κυρίου. (Τετράκις)

Ήχος δ΄
Ο υψωθείς εν τω σταυρό
Ως Ιεράρχης και σοφός θεηγόρος και βασιλείας ουρανών κληρονόμος, ουρανοφάντορ Άγιε Βασίλειε, πρέσβευε προς Κύριον, πάσης ρύεσθαι βλάβης, και παθών και θλίψεων, τους πιστώς σε τιμώντας, και των πταισμάτων αίτει ιλασμόν, τοις καταφευγουσι, Πάτερ τη σκέπη σου.

Δόξα…το αυτό.
Και νύν…Θεοτοκίον.
Ου σιωπήσωμεν ποτέ Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι, ει μη γαρ συ προϊστασο πρεσβεύουσα, τις ημάς ερύσατο εκ τοσούτων κινδύνων, τις δε διεφύλαξεν εως νυν ελευθέρους; Ουκ αποστώμεν Δέσποινα εκ σου, σους γαρ δούλους σώζεις αεί, εκ παντοίων δεινών.

Ο Ν' ψαλμός
Ελέησον με, ο Θεός, κατά το μέγα Έλεός Σου, και κατά το πλήθος των οικτιρμών Σου, εξάλειψον το ανόμημά μου. Επί πλείον πλύνον με από της ανομίας μου και από της αμαρτίας μου καθάρισόν με. Ότι την ανομίαν μου εγώ γινώσκω, και η αμαρτία μου ενώπιόν μου έστι δια παντός. Σοι μόνω ήμαρτον και το πονηρόν ενώπιον Σου εποίησα, όπως αν δικαιωθείς εν τοις λόγοις Σου, και νικήσης εν τω κρίνεσθαί Σε. Ιδού γαρ εν ανομίαις συνελήφθην και εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου. Ιδού γαρ αλήθειαν ηγάπησας, τα άδηλα και τα κρύφια της σοφίας Σου εδήλωσας μοι. Ραντιείς με υσσώπω και και καθαρισθήσομαι, πλυνείς με και υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινομένα. Απόστρεψον το πρόσωπόν Σου από των αμαρτιών μου και πάσας τας ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός, και πνεύμα ευθές εγκαίνησον εν τοις εγκάτοις μου. Μη απορρίψης με από του προσώπου Σου, και το πνεύμα Σου το άγιον μη αντανέλης απ’ εμού. Απόδος μοι την αγαλλίασιν του σωτηρίου Σου, και πνεύματι ηγεμονικώ στηριξόν με . Διδάξω ανόμους τας οδούς Σου, και ασεβείς επί Σε επιστρέψουσι. Ρύσαι με εξ αιμάτων ο Θεός, ο Θεός της σωτηρίας μου, αγαλλιάσεται η γλώσσα μου την δικαιοσύνην Σου. Κύριε, τα χείλη μου ανοίξεις, και το στόμα μου αναγγελεί την αινεσίν Σου. Ότι ει ηθέλησας θυσίαν, έδωκα αν, ολοκαυτώματα ούκ ευδοκήσεις. Θυσία τω Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην και τεταπεινομένην ο Θεός ούκ εξουδενώσει. Αγάθυνον, Κύριε , εν τη ευδοκίαν Σου την Σιών, και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν και ολοκαυτώματα. Τότε ανοίσουσιν επί το θυσιαστήριόν Σου μόσχους.

Και ο Κανών του Αγίου ου η ακροστιχίς.
Ωδή α’. Ήχος πλ. δ’. Υγράν διοδεύσας

Άγιε του Θεού, πρεσβεύσατε υπέρ ημών.
Γαλήνη το βίω μοι σταθηράν, Βασίλειε αίτει, και κινδύνων απαλλαγήν, ως έχων μεγίστην παρησίαν, προς τον Δεσπότην Χριστόν ιερώτατε.

Άγιε του Θεού, πρεσβεύσατε υπέρ ημών.
Εν θλίψεσι Πάτερ αναψυχήν, και πόνοις ποικίλοις, ανακούφισιν αληθή, παράσχου Βασίλειε παμμάκαρ, τοις προσιούσι θερμώς τη πρεσβεία σου

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι
Ναμάτων πληρούμενος θεϊκών, επόμβρησον Πάτερ, τον ουράνιον γλυκασμόν, τοις συνεχομένοις τη πικρία, αμαρτιών πολυτρόπων Βασιλειε.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν
Ολόφωτον σκήνωμα του Θεου, Κεχαριτωμένη, πανευλόγητε Μαριάμ, την αμαυρωθείσαν μου καρδίαν τη ζοφερά αμαρτία καταύγασον.

Ωδή γ΄ Ουρανίας αψίδος….
Άγιε του Θεού, πρεσβεύσατε υπέρ ημών.
Υπερέχοντος βίου, μυσταγωγέ άριστε, προς πνευματικάς επιδόσεις, ζωής της κρείττονος, ημάς οδήγει αεί, τους αδιστάκτω καρδία, Άγιε Βασίλειε, σε μακαρίζοντας.

Άγιε του Θεού, πρεσβεύσατε υπέρ ημών.
Μετανοίας την τρίβον, την προς ζωήν φέρουσα, οία των ψυχών οικονόμος, ημίν ομάλισον, εχθρού τα σκάνδαλα, εξ αυτής Πάτερ διώκων, δραστική πρεσβεία σου, προς τον Φιλάνθρωπον.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι
Ουρανόφρονα γνώμην, νούν καθαρόν σώφρονα, ήθος ταπεινόν Ιεράρχα, και βίον άμεμπτον, καλλιεργείν ευσεβώς, δίδου ημίν θείον σθένος, Άγιε Βασίλειε, ως συμπαθέστατος.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν
Ιερόφθογγοι λόγοι, σε προφανώς έσεσθαι, άφθορον Μητέρα του Λόγου, Κόρη εδήλωσαν, ον καθικέτευε, της των παθών αλογίας, και φθοράς ρυσθηναί με, της του αλάστορος.

Διάσωσον, ουρανοφάντορ Βασίλειε Ιεράρχα, από πάσης επιφοράς και κακώσεως, τους καταφεύγοντας Πάτερ τη ση πρεσβεία.

Επίβλεψον εν ευμενία Πανύμνητε Θεοτόκε επι την εμήν χαλεπήν του σώματος κάκωσιν, και ίασαι, της ψυχής μου το άλγος.

Αίτησις και το Κάθισμα
Ήχος β’. Πρεσβεία θερμή
Προστάτης θερμός, και οδηγός σωτηρίος, προς τρίβον ζωής, και βασιλείαν ένθεον, γενού Πάτερ Βασίλειε, τοις θερμώς προσιούσι τη σκεπη σου, συ γαρ μεσίτης ημών προς Θεόν, υπάρχεις και πρέσβυς δραστικώτατος.

Ωδή δ’. Εισακήκοα Κύριε…
Άγιε του Θεού, πρεσβεύσατε υπέρ ημών.
Βασιλεί με οικείωσαι, τω επουρανίω Πάτερ Βασίλειε, εκκαθαίρων των πταισμάτων με, ώσπερ Ιεράρχης ενθεώτατος.

Άγιε του Θεού, πρεσβεύσατε υπέρ ημών.
Ιλαστήριον γένοιτο, και των ψυχικών συντριμμάτων ανόρθωσις, η πρεσβεία σου Βασίλειε, τοις ειλικρινώς σε μακαρίζουσι.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι
Οδυνώμενον σφόδρα με, ταις του πονηρού δειναίς επιθέσεσιν, απολύτρωσαι Βασίλειε, και ψυχης μου ίασαι την κάκωσιν.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν
Υπερύμνητε Δέσποινα, τον εκ σου τεχθέντα Θεόν και Κύριον, καθικέτευε ρυσθήναι με, της επικρατείας του αλάστορος.

Ωδη ε’. Φώτισων ημάς…
Άγιε του Θεού, πρεσβεύσατε υπέρ ημών.
Ώσπερ θησαυρός, της σοφίας της του Πνεύματος, σοφισμάτων του Βελίαρ χαλεπών, απολύτρωσε ημλας Πάτερ Βασίλειε.

Άγιε του Θεού, πρεσβεύσατε υπέρ ημών.
Πόνον και παθών, και ποικίλων περιστάσεων, διαφύλαττε παμμάκαρ ασινείς, τους προστρέχοντας Βασίλειε τη σκέπη σου.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι
Άνωθεν ημίν, την ταχείαν σου βοήθειαν, ως προστάτης ημών μέγας και ταχύς, αεί δίδου δυσωπούμεν σε Βασίλειε.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν
Τήρησον ημάς, ασινείς υπο την σκέπην σου, εκ βελών των πυριφλέκτων του εχθρού, δυσωπούμεν σε Παρθένε οι οικέται σου.

Ωδή στ’. την δέησιν…
Άγιε του Θεού, πρεσβεύσατε υπέρ ημών.
Εκ πάσης, οδυνηράς επηρείας, και μανίας του εχθρού και απάτης, και δυσχερείας του βίου και λύπης, ατρώτους φύλαττε Πάτερ Βασίλειε, τους καταφεύγοντας πιστώς, τη θερμή σου πρεσβεία προς Κύριον.

Άγιε του Θεού, πρεσβεύσατε υπέρ ημών.
Ρημάτων, των θεικών σου η χάρις, ώσπερ θείος γλυκασμός καταφραίνει, τας διανοίας υμών θεηγόρε. Όθεν ιόν τον ψυχόλεθρον ξήρανον, τον καθ’ ημών τους δυσμενούς, επομβρία των σών αντιλήψεων.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι
Βαράθρων, της απωλείας παμμάκαρ, και εκ λάκκου χαλεπής αμαρτίας, τους πεπτωκότας ανέλκυσον  θάττον, τη επισκέψει σου Πάτερ Βασίλειε, και επί πέτραν ασφάλη, μετανοίας τον νούν ημών σττήριξον.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν
Αγγέλων, αγιωτέρα υπάρχεις, ασυγκρίτος Αειπάρθενε Κόρη, ως τον Δεσπότην αυτών τετοκυΐα, ανακαλούμενον κόσμον του πτώματος. Διο καμού τον εναγή, καθαγίασον νούν τη ση χάριτι.

Διάσωσον, ουρανοφάντορ Βασίλειε Ιεράρχα, από πάσης επιφοράς και κακώσεως, τους καταφεύγοντας Πάτερ τη ση πρεσβεία.

Άχραντε, η δια λόγου τον Λόγον ανερμηνεύτως, επ’ εσχάτων των ημερών τεκούσα, δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.

Αίτησις και το Κοντάκιον.
Ήχος β’. Τοις των αιμάτων σου…
Ως Ιεράρχης Χριστού ενθεώτατος, και Εκκλησίας θεμέλιος άρρηκτος, Βασίλειε Πάτερ θεόσοφε, τους κλονουμένους ταις αύραις τον θλίψεων, εδραίωσον θείαις πρεσβείαις σου.

Προκείμενον. Ἦχος α’
Το στόμα μου λαλήσει σοφίαν και και ἡ μελέτη της καρδίας μου σύνεσιν.
Στχ. Ακούσατε ταύτα πάντα τα έθνη.

Εκ του κατά Ιωάννην
ι΄ 9 - 16
Εἶπεν ὁ Κύριος· Εγώ εἰμι ἡ θρα· δι᾽ ἐμοῦ ἐν τις εἰσλθῃ σωθσεται καὶ εἰσελεσεται καὶ ἐξελεσεται καὶ νομὴν εὑρσει. Ὁ κλπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλψῃ καὶ θσῃ καὶ ἀπολσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. ᾽Εγ εἰμι ὁ ποιμὴν ὁ καλς· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τθησιν ὑπὲρ τῶν προβτων·ὁ μισθωτὸς καὶ οὐκ ὢν ποιμν, οὗ οὐκ ἔστιν τὰ πρβατα ἴδια, θεωρεῖ τὸν λκον ἐρχμενον καὶ ἀφησιν τὰ πρβατα καὶ φεγει καὶ ὁ λκος ἁρπζει αὐτὰ καὶ σκορπζει τὰ πρβατα. Ὁ δὲ μισθωτὸς φεύγει ὅτι μισθωτς ἐστιν καὶ οὐ μλει αὐτῷ περὶ τῶν προβτων. ᾽Εγ εἰμι ὁ ποιμὴν ὁ καλς, καὶ γινσκω τὰ ἐμὰ καὶ γινσκομαιὑπὸ τῶν ἐμῶν,καθὼς γινσκει με ὁ πατὴρ κἀγὼ γινσκω τὸν πατρα· καὶ τὴν ψυχν μου τθημι ὑπὲρ τῶν προβτων. Καὶ ἄλλα πρβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς τατης· κἀκεῖνα δεῖ με ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκοσουσιν, καὶ γενσονται μα πομνη, εἷς ποιμν.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι

Ταις του Ιεράρχου  πρεσβείες Ελεήμον, εξάληψον τα πλήθη των εμών εγκλημάτων.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν

Ταις της Θεοτόκου πρεσβείες Ελεήμον, εξάληψον τα πλήθη των εμών εγκλημάτων

Στίχος: Ελέησον με, ο Θεός, κατά το μέγα Έλεός Σου, και κατά το πλήθος των οικτιρμών Σου, εξάλειψον το ανόμημά μου

Ήχος πλ. β’. Όλην αποθέμενοι…
Βάσις και εδραίωμα, και αληθής παιδοτρίβης, οδηγός σωτήριος, και μεσίτης ένθεος προς τον Κύριον, γενού Βασίλειε, τοις εν κατανύξει, προσιούσι τη πρεσβεία σου, ως πλήρης χάριτος, και αρχιερεύς συμπαθέστατος, ημάς επί τα κρείττονα, Πάτερ οδηγών τη ση χάριτι, ίνα βασιλείας, της άνω μετά τέλος κοινωνοί, και κληρονόμοι γενώμεθα, οι σε μακαρίζοντες.

Ο Ιερεύς : Σώσον ο Θεός τον λαόν Σου….

Ωδή ζ’.Οι εκ της Ιουδαίας
Άγιε του Θεού, πρεσβεύσατε υπέρ ημών.
Σοφιστείες του πλάνου, ας απαύστως  τεκταίνει καθ’ ημών Άγιε, διάλυσον και δίδου, ημίν σοφίαν θείαν, θεηγόρε Βασίλειε, ως αν σοφώς του Θέου, το θέλημα ποιώμεν.

Άγιε του Θεού, πρεσβεύσατε υπέρ ημών.
Ιεράρχα Κυρίου, Εκκλησίας απάσης φωστήρ πολύφωτε, φωτί των πρεσβειών σου, διάλυσον το σκότος, του νοός μου Βασίλειε, και ίθυνόν με προς το φώς, των θείων ενταλμάτων.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι
Σκευωρίας απάσης, και κακίας και φθόνου ημάς απάλλαξον, εκ των επιζητούντων, σκανδάλοις εκταράττειν, την ζωήν ημών Άγιε, και εν ειρήνη ημάς, περίφραξον τελεία.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν
Γαλουχούσα ως βρέφος, Θεοτόκε Παρθένε τον πάντα τρέφοντα, διάθρεψον τον νούν μου, εν άρτω νοημάτων, σωτηρίων λιμώττοντα, την επηρεία εχθρού, πενία των κρειττόνων.

Ωδή η’. Τον Βασιλέα…

Άγιε του Θεού, πρεσβεύσατε υπέρ ημών.
Εκ της σής γλώσσης, βλύζεις ζωής θείον ύδωρ, δι ού πότισιν διψώσασαν την ψυχήν μου, ίνα Ιεράρχα, εξενέγκη.

Άγιε του Θεού, πρεσβεύσατε υπέρ ημών.
Ρώσιν παράσχου, κατά ψυχήν τε και σώμα, τη πρεσβεία σου Βασίλειε παμμάκαρ τοις σε ως προστάτην, ανευφημούσι μέγαν.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι
Αμαρτημάτων, ημίν την άφεσιν αίτει, ως χρηστότητος της θείας υποφήτης, και παθών την λύσιν, Βασίλειε τρισμάκαρ.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν
Συ εί Παρθένε, αμαρτωλών προστασία, διό ρύσαι με εχθρού της δυναστείας, και τω θείω φόβω, τείχισον την ψυχήν μου.

Ωδή θ’. Κυρίως Θεοτόκον…
Άγιε του Θεού, πρεσβεύσατε υπέρ ημών.
Ιάτρευσον τον νούν μου, τετραυματισμένον, τη επηρεία του όφεως Όσιε, και φωτισμώ ουρανίω τούτον κατάυγασον.

Άγιε του Θεού, πρεσβεύσατε υπέρ ημών.
Μη παύση ικετεύων, προς τον πάντων Κτίστην, ουρανοφάντορ Βασίλειε Όσιε, ρύεσθαι πάσης ανάγκης τους σε γεραίροντας.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι
Ο μέγας Εκκλησίας, μύστης και προστάτης, Αρχιεράρχα Βασίλειε πάνσοφε, προσδοκωμένων κινδύνων ημάς απάλλαξον.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν
Υφέρπνων μοι δολίως, συλά με καθ’ εκάστην, ό δολιότροπος όφις Πανάμωμε, αλλά της τούτου κακίας σύ με απάλλαξον.

Και ευθύς ψάλλομεν το.

Άξιόν εστιν ως αληθώς μακαρίζειν σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον και μητέρα του Θεού ημών. Την τιμιωτέραν των Χερουβείμ και ενδοξοτέραν ασυγκρίτως των Σεραφείμ, την αδιαφθόρως Θεόν Λόγον τεκούσαν· την όντως Θεοτόκον σε μεγαλύνομεν.

Και τα ακόλουθα Μεγαλυνάρια

Χαίροις Εκκλησίας μέγας φωστήρ, και της ευσεβείας, μυστογράφος θεοειδής, χαίρεις βασιλείας, της άνω υποφήτης, Βασίλειε παμμάκαρ, πιστών εδραίωμα.

Άπασαν παιδείαν εκπαιδευθείς, την θύραθεν Πάτερ, της σοφίας του Θεού, όργανον εδείχθης, Βασίλειε εν κόσμω, ως αρετών δοχείον, περιφανέστατον.

Βάσις Εκκλησίας ώφθης στερρά, δογμάτων αγίων, στόμα εύσημον και σοφόν, και του Παρακλήτου, Βασίλειε ρομφαία, αιρετικών συγκόπτουσα, τα ζιζάνια.

Χαίροις των πενήτων ο βοηθός, χηρών ο προστάτης, και απόρων ο αρωγός, χαίροις τεθλιμμένων, παράκλησις γλυκεία, και γήρως βακτηρία, Πάτερ Βασίλειε.

Έπιδε Βασίλειε, ιερέ, επί τους ζητούντας, την θερμήν σου επισκοπήν, και παράσχου πάσιν, υγείαν την κατ’ άμφω, και άφεσιν πταισμάτων, και βίον άλυπον.

Σύν τοίς σοίς γονεύσι και αδελφοίς, Χριστόν εκδυσώπει, ώ Βασίλειε ιερέ, όπως αξιώση, της άνω βασιλείας, τους προσιόντας Πάτερ, τη αντιλήψει σου.

Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι πάντες μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν εις το σωθήναι ημάς.

Και ευθύς το Τρισάγιον.
Είτα τα Τροπάρια ταύτα. Ήχος πλ. β .

Ελέησον ημάς, Κύριε, ελέησον ημάς· πάσης γαρ απολογίας απορούντες, ταύτην Σοι την ικεσίαν, ως Δεσπότη, οι αμαρτωλοί προσφέρομεν· ελέησον ημάς.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι
Κύριε ελέησον ημάς· επί Σοι γαρ πεποίθαμεν. Μη οργισθής ημίν σφόδρα, μηδέ μνησθής των αμαρτιών ημών· αλλ’ επίβλεψον και νυν ως εύσπλαγχνος, και λύτρωσαι ημάς εκ των εχθρών ημών· Συ γαρ ει Θεός ημών, και ημείς λαός Σου· πάντες έργα χειρών Σου, και το όνομά Σου επικεκλήμεθα.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν

Θεοτοκίον.
 Της ευσπλαγχνίας την πύλην άνοιξον ημίν, ευλογημένη Θεοτόκε· ελπίζοντες εις Σε, μη αστοχήσωμεν· ρυσθείημεν δια Σου των περιστάσεων. Συ γαρ ει η σωτηρία του γένους των Χριστιανών.

Απόλυσις, μεθ’ ήν ψάλλομεν το εξής.

Απολυτίκιον  Ήχος α'
Εις πάσαν τήν γήν εξήλθεν ο φθόγγος σου, ως δεξαμένην τόν λόγον σου, δι' ού θεοπρεπώς εδογμάτισας, τήν φύσιν τών όντων ετράνωσας, τά τών ανθρώπων ήθη κατεκόσμησας, Βασίλειον Ιεράτευμα, Πάτερ Όσιε, Χριστόν τόν Θεόν ικέτευε, δωρήσασθαι ημίν τό μέγα έλεος.

Ήχος β’. Ότε εκ του ξύλου…
Μέγας Εκκλησίας αρωγός, ως πανευκλεής Ιεράρχης , πέλων Βασίλειε, μέγας πρέσβυς πέφηνας, ημών προς Κύριον, δια τούτου βοώμεν σοι. Απαύστος δυσώπει, νόσων και κακώσεων, και θλιβερών συμφορών ρύεσθαι τους σε ανυμνούντας, και της βασιλείας γενέσθαι, του Χριστού μετόχους ημάς Άγιε.

Δέσποινα, πρόσδεξαι τας δεήσεις των δούλων σου, και λύτρωσαι ημάς από πάσης ανάγκης και θλίψεως.

Την πάσαν ελπίδαν μου εις σε ανατίθημι, Μήτερ του Θεού, φύλαξόν με υπό την σκέπην σου.

Δι’ ευχών των Αγίων Πατέρων ημών, Κύριε Ιησού Χριστέ ο Θεός ημών, ελέησον ημάς. Αμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου